Τῇ β' τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν
Μάρκου τοῦ Κωφοῦ.
῾Ο Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Δευτερίῃ Μᾶρκος χθόν' ἔλιπεν τὴν πολύβοον.
Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες
οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος
μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ
μακάριος πάσῃ δυνάμει εἰς τὸ ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς
τὸ ἀκούειν καὶ ποιεῖν ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα·
ὅθεν διὰ σκληρᾶς ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς
Χριστοῦ γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ
μισθαποδότου Δεσπότου εἰς τὴν αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ
οὐράνιον ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ
μᾶς. ᾽Αμήν.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
(Μητροπολίτου Πατρῶν Νικοδήμου).
Τὴν ἄνωθεν ἤκουσας κλῆσιν, ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ
Λόγου δεκνύς, ἀσκήσει διέλαμψας· πάντων κατεφρόνησας, τῶν φθαρτῶν καὶ ῥεόντων
ἔδωκας σὴν καρδίαν τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς
συμπαράστηθι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου